Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.33 Dem. 54.36 (English) >>Dem. 54.39

54.35καὶ ταῦτα τὰ λαμπρὰ καὶ νεανικά ἐστιν αὐτῶνοὐ γὰρ ἡμεῖς μαρτυρήσομεν ἀλλήλοις; οὐ γὰρ ταῦθʼ ἑταίρων ἐστὶ καὶ φίλων; τί δὲ καὶ δεινόν ἐστιν ὧν παρέξεται κατὰ σοῦ; τυπτόμενόν φασί τινες ὁρᾶν; ἡμεῖς δὲ μηδʼ ἧφθαι τὸ παράπαν μαρτυρήσομεν. ἐκδεδύσθαι θοἰμάτιον; τοῦτʼ ἐκείνους προτέρους πεποιηκέναι ἡμεῖς μαρτυρήσομεν. τὸ χεῖλος ἐρράφθαι; τὴν κεφαλὴν δέ γʼ ἡμεῖς ἕτερόν τι κατεαγέναι φήσομεν.” 54.36ἀλλὰ καὶ μάρτυρας ἰατροὺς παρέχομαι. τοῦτʼ οὐκ ἔστιν, ἄνδρες δικασταί, παρὰ τούτοις· ὅσα γὰρ μὴ διʼ αὑτῶν, οὐδενὸς μάρτυρος καθʼ ἡμῶν εὐπορήσουσιν. δʼ ἀπʼ αὐτῶν ἑτοιμότης οὐδʼ ἂν εἰπεῖν μὰ τοὺς θεοὺς δυναίμην ὅση καὶ οἵα πρὸς τὸ ποιεῖν ὁτιοῦν ὑπάρχει. ἵνα δʼ εἰδῆθʼ οἷα καὶ διαπραττόμενοι περιέρχονται, λέγʼ αὐτοῖς ταυτασὶ τὰς μαρτυρίας, σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.Μαρτυρίαι

54.37τοίχους τοίνυν διορύττοντες καὶ παίοντες τοὺς ἀπαντῶντας, ἆρʼ ἂν ὑμῖν ὀκνῆσαι δοκοῦσιν ἐν γραμματειδίῳ τὰ ψευδῆ μαρτυρεῖν ἀλλήλοις οἱ κεκοινωνηκότες τοσαύτης καὶ τοιαύτης φιλαπεχθημοσύνης καὶ πονηρίας καὶ ἀναιδείας καὶ ὕβρεως; πάντα γὰρ ταῦτʼ ἔμοιγʼ ἐν τοῖς ὑπὸ τούτων πραττομένοις ἐνεῖναι δοκεῖ. καίτοι καὶ τούτων ἕτερʼ ἐστὶν πεπραγμένα τούτοις δεινότερα, ἀλλʼ ἡμεῖς οὐχ οἷοί τε γενοίμεθʼ ἂν πάντας ἐξευρεῖν τοὺς ἠδικημένους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.33 Dem. 54.36 (English) >>Dem. 54.39

Powered by PhiloLogic